Ancient Greek
ιγ′. Ἀρίστιππος Σίμωνι.
Socraticorum Epistulae, Epistulae 1-6
Not analysed yet
Οὐκ ἐγώ σε κωμῳδῶ, ἀλλὰ Φαίδων, λέγων γεγονέναι σε κρείσσω καὶ σοφώτερον Προδίκω τῶ Κείω, ὃς ἔφα ἀπελέγξαι σε αὐτὸν περὶ τὸ ἐγκώμιον τὸ εἰς τὸν Ἡρακλέα γενόμενον αὐτῷ. θαυμάζω μέντοι σε καὶ ἐπαινῶ, εἰ σκυτικὸς ὤν σοφίας ἐμπλησθεὶς καὶ πάλαι μὲν Σωκράταν ἔπειθες καὶ τὼς καλλίστως τῶν νέων καὶ εὐγενεστάτως παρὰ σὲ καθέζεσθαι, οἷον Ἀλκιβιάδαν τε τὸν Κλεινίου καὶ Φαῖδρον τὸν Μυρρινούσιον καὶ Εὐθύδαμον τὸν Γλαύκωνος καὶ τῶν τὰ κοινὰ πραττόντων Ἐπικράτεα τὸν Σακεσφόρον καὶ Εὐρυπτόλεμον καὶ τὼς ἄλλως, ὡς εἰ καὶ Περικλεῖ γε τῷ Ξανθίππω μὴ αἰ στρατηγιαι ἦσαν καὶ ὁ πόλεμος τότε, κἂν οὗτος οἶμαι ἦν παρὰ σέ. καὶ νῦν ἴσμεν ὁποῖος εἶ· Ἀντισθένας γὰρ παρὰ σὲ φοιτᾷ. δύνῃ δὲ καὶ ἐν Συρακούσαις φιλοσοφεῖν· οἱ γὰρ ἱμάντες τίμιοί εἰσι καὶ τὰ σκύτη.