Ancient Greek
ιδ′. Αἰσχίνης Ξενοφῶντι.
Socraticorum Epistulae, Epistulae 10
Not analysed yet
(10) οὐδὲ γὰρ πρόνοιάν τινα ἡμῖν ἐπέστειλε ποιήσασθαι τοῦ σώματος, εἶναι γὰρ αὐτὸ ἄτιμον καὶ μηκέτι χρήσιμον τῆς ψυχῆς αὐτὸ ἐγκαταλιπούσης . ὅμως δ’ οὖν ἡμεῖς εἰς τὸ δυνατὸν καὶ τῆς συμφορᾶς ὑπερείδομεν καὶ τῶν λόγων παρηκούσαμεν καὶ ὡς οἷόν τ’ ἦν ἐκαλλωπίσαμεν αὐτὸν λούσαντες καὶ τοῖς τριβωνίοις ἀμπίσχοντες καὶ πρεπόντως θάψαντες ἀπῇμεν. ταῦτ’ ἦν τὰ περὶ Σωκράτην καὶ ἡμᾶς, ὦ Ξενοφῶν. καὶ σοὶ δὲ ἡ στρατεία ἦν μέγα ἐμπόδιον ,ἐπεὶ ἦσθα ἂν σὺν ἡμῖν θεραπεύων Σωκράτην ζῶντά τε καὶ τελευτῶντα.