Ancient Greek · ~3 min
λ′. Φιλίππῳ.
Socraticorum Epistulae, Epistulae 10-2
Not analysed yet
(10) Ἀλκιβιάδης μὲν γὰρ ἐπ ἀσεβείᾳ φυγὼν καὶ πλεῖστα τὴν πατρίδα τὴν αὐτοῦ κακῶς ποιήσας εἰς αὐτὴν κατῆλθεν. Ἀμύντας δὲ ὑπὲρ βασιλείας στάσει νικηθεὶς βραχὺν χρόνον ὑπωχωρήσας μετὰ ταῦτα πάλιν Μακεδονίας ἦρξεν, εἶθ’ ὃ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ σὸς πατὴρ βασιλεύων κατεγήρασεν. παρήνεγκε δέ σοι καὶ τὴν Διονυσίου μοναρχίαν, ὥσπερ προσῆκόν σοι τοὺς ἀσεβεστάτους ἀλλ’ οὐ τοὺς σπουδαιοτάτους μιμήσασθαι, καὶ ζηλωτὴν τῶν κακίστων ἀλλ’ οὐ τῶν δικαιοτάτων γενέσθαι. καί φησι μὲν ἐν ταῖς τέχναις προσήκειν οἰκεῖα καὶ γνώριμα τὰ παραδείγματα φέρειν, ὀλιγωρήσας δὲ τῆς τέχνης ἀλλοτρίοις καὶ τοῖς αἰσχίστοις καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις παραδείγμασι χρῆται.