Ancient Greek
ιε′. Ξενοφῶν τοῖς Σωκράτους ἑταίροις.
Socraticorum Epistulae, Epistulae 3-3
Not analysed yet
(3) ἤδη δέ μοι καὶ Πλάτωνος περιέπεσε σύγγραμμα τοιοῦτον, ὅπου τοὔνομα ἦν τὸ Σωκράτους καὶ διάλεξίς οὐ φαύλη πρός τινας. οἶμαι τοίνυν περὶ Μέγαρα ἀνέγνων ὡς λέγεταί τινα τῶν Μεγαρέων τῶν τοιούτων. ἡμεῖς μέντοι φαμέν, οὐχ ὅτι τοιαῦτα οὐκ ἀκηκόαμεν ,ἀλλ’ ὅτι τοιαῦτα οὐ δυνάμεθα ἀπομνημονεύειν· οὐδὲ γὰρ ἐσμὲν ποιηταί, ὥσπερ καὶ αὐτός, κἂν πάνυ ἀπαρνῆται ποιητικήν. θρυπτόμενος γὰρ πρὸς τοὺς καλούς φησι μηδὲν εἶναι ποίημα αὐτοῦ, Σωκράτους μέντοι νέου καὶ καλοῦ ὄντος. ἔρρωσθόν μοι ὡς ἁρμονιωδεστάτω ἄνδρε.