Ancient Greek · ~3 min
κθ′. Ἀρίστιππος τῇ * *.
Socraticorum Epistulae, Epistulae 4-4
Not analysed yet
(4) εἰ δ’ ἔλθοι θᾶττον ἅμα Λαμπροκλῆς εἰς Κυρήνην ὁ Σωκράτους, ὃς ἐν Μεγάροις ὡμίλει μοι, ποιήσεις ἄριστα κοινουμένη τὸν βίον αὐτῷ καὶ μηδὲν διαφορώτερον τοῦ τέκνου τιμῶσα. θῆλυ δὲ τέκνον εἰ μηκέτι τρέφειν βούλει διὰ τὸ πολλάκις ἀνιᾶσθαι ἐπὶ παιδοτροφίᾳ τὸ τῆς Εὐβοΐδος θυγάτριον **,ὃ δὴ ἐλευθέρως ἦγες, ἐμοί τε χαρίζεσθαι βουλομένης ἐπὶ τῷ τῆς ἐμῆς μητρὸς ὀνόματι· καὶ γὰρ ἐγὼ πολλάκις Μίκαν αὐτὸ προσηγόρευσα, πρὸ παντὸς δὲ ἐπισκήπνω σοι τοῦ μικροῦ Ἀριστίππου ἐπιμελεῖσθαι, ὅπως ἄξιος ἡμῶν καὶ φιλοσοφίας· ταύτην γὰρ αὐτῷ καταλείπω τὴν ὄντως κληρονομίαν· τἄλλα μὲν γὰρ τοῦ βίου καὶ τοὺς ἐν Κυρήνῃ ἄρχοντας ἔχει πολεμίους.