Ancient Greek · ~2 min
λ′. Φιλίππῳ.
Socraticorum Epistulae, Epistulae 8-2
Not analysed yet
(8) καὶ ταῦτά ἐστιν οὐ πρόφασις Ἰσοκράτους, οὐδὲ ὀνομάτων ψόφος, ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὠφελεῖν. ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων δῆλος εἶ σπουδάζων, ἐβουλήθην σοι φράσαι μῦθον παρὰ Ἀντιπάτρου, τίνα τρόπον πρῶτον οἱ Ἀμφικτύονες συνέστησαν καὶ πῶς ὄντες Ἀμφικτύονες Φλεγύαι μὲν ὑπὸ Ἀπόλλωνος, Δρύοπες δὲ ὑπὸ Ἡρακλέους, Κρισαῖοι δὲ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνῃρέθησαν. οὗτοι γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφῃρέθησαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφικτυόνων συντελείας μετέσχον, ὧν ἐνίους σέ φησι μεμιμῆσθαι καὶ λαβεῖν ἆθλον Πυθίοις τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους.