Ancient Greek
16 to 19
Solon, Fragmenta 16-19
Unproofread scanNot analysed yet
Γνωμοσύνης δ’ ἄφανὲς χαλεπώτατόν ἐστι νοῆσαι μέτρον, ὃ δὴ πάντων πείρατα μόνον ἔχει. Πάντῃ δ’ ἀθανάτων ἄφανὴς νόος ἀνθρώποισιν. Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος. Νῦν δὲ σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ’ ἀνάσσων τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον. Fr. 17. Clem. Al. Str. V 727: Εἰκὸς ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις καὶ αὐτὸς κατακολουθήσας Ἠσίοδῳ· Πάντῃ (cod. πάντι) κτλ. Cf. Euseb. Pr. Ev. XIII 688 C, ubi πάμπαν.