Ancient Greek
4
Solon, Fragmenta 4
Unproofread scanNot analysed yet
Ἡμετέρα δὲ πόλις κατὰ μὲν Λιὸς οὔποτ’ ὀλεῖται αἴσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων· τοῖγὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτηρ Παλλὰς Ἀθηναίη χείρας ὑπερθεν ἔχει· αὐτοὶ δὲ φθεῖρειν μεγάλην πόλιν ἀφραδίησιν ἄστοι βούλονται χρήμασι πειθόμενοι, δήμου δ’ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἕτοιμον ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν·