Ancient Greek
43
Solon, Fragmenta 43
Unproofread scanNot analysed yet
Choricíus p. 107 ed. Boiss. :Ταῦτα δή σου τῆς πόλεως τὰ γνωρίσματα, ἣν αἱ κοινὰ τοῦ βίου θεράπαιναι γῆ τε καὶ θάλασσα τοῖς ἐαυτῆς ἑκατέρα δώροις ἀβρόνει· γῆ μὲν γὰρ τοῖς ἐνοικοῦσιν ἐπίσταται φέρειν ὅσα τίκτουσιν ὥραι, ὑπτία τε πᾶσα καὶ καθεμένη, καὶ τὸ τοῦ Σόλωνος, λιπαρὴ κουροτρόφος· θάλαττα δὲ μικρὸν ἄπωθεν τῇ πόλει διακονεῖ, διεστηκία τοσοῦτον, ὅσον μήτε κτύπῳ παρενοχλῆσαι κυμάτων, μήτε τὴν ἐξ αὐτῆς χορηγίαν δυστυχεστέραν καταστῆσαι τῆς μεταξὺ πορείας ἐκτεινομένης.