Ancient Greek · ~2 min
γ′. Πεισιστράτῳ.
Solonis Epistulae, Epistulae γ′. Πεισιστράτῳ.
Not analysed yet
Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι· καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοι ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφ’ ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς εἴτε δημοκρατεῖσθαι, πεπείσθω ᾗ ἑκάτερος γιγνώσκει. καί σέ φημι πάντων τυράννων εἶναι βέλτιστον. ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηται, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας νῦν ἐπανελθὼν ἀρεσκοίμην οἷς σὺ πράσσεις.