Ancient Greek · ~1 min
δ′. Κροίσῳ.
Solonis Epistulae, Epistulae δ′. Κροίσῳ.
Not analysed yet
Ἄγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης, καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν οἰκεῖν ἐν δημοκρατίᾳ, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ ἢ Ἀθήνησι τυραννοῦντος βιαίως Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτή, ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀφίξομαι δ’ οὖν παρὰ σὲ σπεύδων τοι ξένος γενέσθαι.