Ancient Greek
2.1
Sopater Rhetor, Hypomnema Eis Ten Hermogenous Technen 2.1
Unproofread scanNot analysed yet
ΣΩΠΑΤΡΟΥ ΕΙΣ ΤΗΝ πας δὲ ὅρος ἐκ γένους διαφόρου καὶ ἰδιότητος σύγκειται· τὸ γεγονὸς μὲν ἐστίν, ἄφ’ οὗ τέμνεται τὸ πρᾶγμα, περὶ οὗ ὁ ὅρος· διαφορά δὲ ἡ διίστωσα ἀπὸ τῶν ὁμοίων· ἡ ἰδιότης δὲ ἡ μηνύουσα τὸ ἴδιον τοῦ ὑποκειμένου 5 πράγματος· καὶ οὕτως τοίνυν ὁ ὅρος εἴδωμεν εἰ εὖ ἔχει. Δήλωσις, τοῦτο τὸ γένος· διатί; ὅτι δηλοῖ. Ἔστι δὲ καὶ ἄλλως δηλῶσαι· καὶ γὰρ καὶ τὰ ἄλογα ζῷα δηλοῖ πρὸς ἑαυτὰ τῇ ἰδίᾳ φωνῇ, διὸ προσέθηκεν, ἀνθρώπου, ἵνα ἀποδιαστήσῃ τῶν ἄλλων· ἐπειδή δὲ ἐστι καὶ ἀνθρω- 10 πον ἄλλως δηλοῦν διὰ νευμάτων, προσέθηκε τὸ προφορικὴ· τὰ γὰρ νεύματα οὐ προφέρεται, ἀλλὰ δείκνυνται· τὸ δὲ ἐντεχνὸς πρὸς τὴν χρείαν τῆς τέχνης· καὶ οὕτως μὲν προφορικοῦ ὅρος· ἐνδιαθέτου δὲ, ἐξὶς ψυχῆς ἀνθρώπου, καθ’ ἣν λογικοὶ ἐσμεν· ἐξίμεν μὲν οὖν τὸ γέ- 15 νος· πᾶν γὰρ ζῷον ἔχει τινὰ ἐξὶν φυσικήν· ἐπειδή δὲ ἐστι καὶ σώματος ἐξὶς ἢ ἰσχύς ἢ εἴδους ἢ τοιούτου τινός, προσέθηκε ψυχῆς, ἀποδιύστῶν τῶν ἀλόγων ζῴων, κακεῖνα γὰρ ἔχει ψυχῆς ἐξὶν, ὡς θυμικὸς μὲν ὁ λέων, νωθὴς δὲ ὁ ὄνος καὶ τὰ τοιαῦτα. Προσέθηκε, „καθ’ 20 ἣν λογικοὶ ἐσμεν,“ τὸ ἴδιον τοῦ ἀνθρώπου διοριζόμενος· ὥσπερ δὲ δύο εἴδη λόγου, οὕτως εἴδη τεχνῶν, καὶ ἡ μὲν τοῦ ἐνδιαθέτου ἐστίν, ἡ περὶ ἐνθυμημάτων καὶ ἐπιχειρημάτων γεγραμμένη, ἡ διδάσκουσα πῶς δεῖ ἐνθυμεῖσθαι καὶ λογίζεσθαι· ὁ δὲ προφορικὸς οὐχ ὑπὸ μιᾶς 25 τέχνης γίνεται, ἀλλ’ ὑπὸ δύο, τῆς τε γραμματικῆς καὶ τῆς ῥητορικῆς· ἡ μὲν γὰρ γραμματικὴ τὸ ἀδιάπταιστον αὐτῇ παρέχει, ἡ δὲ ῥητορικὴ τὸ κεκαλλωπισμένον καὶ ἰσχυρόν· πάλιν τῆς ῥητορικῆς δύο τέχναι· ἡ μὲν τὸ κάλλος παρέχουσα, ἡ περὶ ἰδεῶν καὶ σχημάτων· ἡ δὲ τὴν 30 ἰσχύν διδάσκουσα περὶ τὸ τοῦ παιθητικοῦ καὶ ἀποδεικτικοῦ· ὁ γὰρ λόγος εἰς δύο τέμνεται· εἰς τε τὸ παιθητικὸν καὶ ἀποδεικτικόν· καὶ παιθητικοῦ μὲν μέρη προοίμια καὶ ἐπίλογοι, ἀποδεικτικοῦ δὲ καταστάσεις καὶ ἀγῶνες. Ἔρ-