Ancient Greek
3.3
Sopater Rhetor, Hypomnema Eis Ten Hermogenous Technen 3.3
Unproofread scanNot analysed yet
Περί τέχνης καὶ ἐμπειρίας καὶ ἐπιστήμης. Τριῶν δὲ ὄντων, δι’ ὧν τὸ πρᾶγμα συνίσταται, τέχνης φημὶ καὶ ἐπιστήμης καὶ ἐμπειρίας, ἀναγκαῖον ζητῆσαι, τί ποτὲ ἐστιν ἡ ῥητορική. Τρεῖς μὲν εἰσιν αἱ περὶ παντὸς πράγματος ζητήσεις, τίς ἡ τέχνη, καὶ τίς ὁ τεχνίτης, καὶ πῶς τὸ ἔργον αὐτῆς ἐργασώμεθα· ἐν δὲ τῷ, τίς ἡ τέχνη, ζητητέον, πότερον ἡ τέχνη ἡ ἐπιστήμη ἡ ἐμπειρία ἐστὶ, καὶ ὅπως τὴν ἀρχὴν γέγονε, καὶ τίς ἡ ἐξ αὐτῆς ὠφέλεια· ἀναγκαῖον οὖν καὶ ἡμᾶς κατὰ ταῦτα τὸν περὶ τῆς ῥητορικῆς λόγον διεξελθεῖν. ἰδῶμεν οὖν πρῶτον, τί διενήνοχασιν ἑαυτῶν ἡ τέχνη καὶ ἡ ἐπιστήμη καὶ ἡ ἐμπειρία. Ἐπιστήμη μὲν οὖν ἐστιν ἀδιάπτωτος τῶν ὄντων προσφορά· τί ἐστι τοῦτο; τὸ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν γινώσκειν, καὶ μήτε καιροῖς