Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2, lines 2.328-2.376
Sophocles, Ichneutae 2.328-376
Not analysed yet
οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο.
ὀρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου,
πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ-
χωρʼ ἐπανθεμίζει.
τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην,
ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς
ταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺς
ἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι.
σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε-
φθῇς μηδὲ δυσφορηθῇς.
[τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας;
[οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [θέλω.
[μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φηλήτην κα[λεῖς;
[]αν αὐτῇ τῇ κλο[πῇ.
[ε]ἴ γε τἀληθῆ λέ[γεις.
[τ]ἀληθῆ λέγ[ω.
[κεκλο]φεναισαφ[
[]δε βοῦς πάνυ
[]ᾳ καθήρ[μ]ο[σε
[]λου τεμὼν
[]φο δ[ο]ρα[
[]ἄρτι μανθάνω χρόνῳ
[ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ
[ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.
[σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων,
[εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς
[ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·
[τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ
[μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον·
[οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ
[οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.
[εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει
[ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ πεινῇ δόμος.
[ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν
[πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.
ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ
π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.
παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.
[ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ
[χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λέγω.
στρέφου λυγίζου τε μύθοις, ὁποι-
´άν θέλεις βάξιν εὕρισκʼ ἀπό-
ψηκτον· οὐ γάρ με ταῦτα πείσεις,
ὅπως τὸ χρῆμʼ οὗτος εἰργασμένος
ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν
που δοράς [ἢ] ʼπὸ τῶν Λοξίου.