Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2, lines 2.56-2.114
Sophocles, Ichneutae 2.56-114
Not analysed yet
τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν.
[ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ.
[]ις εζητ[
[]εσο[
α[ ]
τί τοῦτο; πο[ιλέγ]εις;
ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων.
ἴθʼ ἄγε δ[ ]
πόδα βά[σιν τε]ν
ἀπαπαπ[αῖ ]
ὢ ὤ, σέ τοι []
ἔπιθι κλωπ[ ]
ὑπόνομα κ[ ]
διανύτων ό[ ]
πατρικὰν γῆρ[υν ]
πῶς πᾷ τὰ λάθρι[α νύχια ]
κλέμματα ποσσὶ[ ]
εἴ πως, ἂν τύχω, πο[ ]
πατρί τʼ ἐλεύθερον β[]μετ[]
ξυνάμα θεὸς ὁ φίλος ἀνέτω
πόνους, προφήνας ἀρίζηλα
χρυσοῦ παραδείγματα.
θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε,
τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται,
λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι
Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ.
[τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος,
[ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε
[Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της.
[]α[]τ[]ς τοῦ λό[γου]θʼ ἅμα[
μήνυ[τρα
ἰὼ ς[
ϋηο[
δʼ οὐδ[
φησίν τις; ἢ[
ἔοικεν ἤδη κ[
ἄγʼ εἷα δὴ πᾶς ς[
ῥινηλατῶν ὀσμ[αῖσι
αὔρας ἐάν πῃ πρ[ ]
διπλοῦς ὀκλάζω[ν ]ν
ὕποσμος ἐν χρῷ []
οὕτως ἔρευναν καὶ π[]
ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν.
θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·
ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρτει.
ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα.
σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει.
τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;
τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;
δοκεῖ πάνυ.
σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.
ἰδοὺ ἰδού·
καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.
ἄθρει μάλα.
αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε[τρού]μ[ε]νον.
χ[ώ]ρει δρόμῳ καὶ τα[]ν ἔχου
οπ[][]μενος
ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ
οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.