Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2, lines 2.115-2.152
Sophocles, Ichneutae 2.115-152
Not analysed yet
ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε
κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.
ἔα μάλα·
παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα
εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.
τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;
εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ
ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·
δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.
τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,
πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν
πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·
[ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,
[ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.
[τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;
ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.
ὕ [ὗ] ὕ ὗ.
τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;
τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;
α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν
τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;
ς[ίγα μὲν οὖν.]
τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;
ἄ[κουε δή.
καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;
ἐμοὶ πιθοῦ.
ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.
ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,
[ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα
ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν.
τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,
μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα
κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ
φόβον βλέποντες, πάν[τα] δειματούμενοι,
ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα
διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον
κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,
πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.