Ancient Greek · ~7 min
Choral 9
Sophocles, Ἀντιγόνη 9
Not analysed yet
ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,
κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει
τὰν Ἀχέροντος
ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός
πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.
οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ
ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,
οὔτε φθινάσιν πληγεῖσα νόσοις
οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,
ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ
θνητῶν Ἅιδην καταβήσει.
ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν
Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς
πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
ὡς φάτις ἀνδρῶν,
χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις
δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.
ἀλλὰ θεός τοι καὶ θεογεννής,
ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.
καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.
ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.
οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;
ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·
ἰὼ Διρκαῖαι κρῆναι
Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,
οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·
ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα
μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
προβᾶσʼ ἐπʼ ἔσχατον θράσους
ὑψηλὸν ἐς Δίκας βάθρον
προσέπεσες, ὦ τέκνον, πολύ·
πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.
ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος
ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.
ἰὼ ματρῷαι λέκτρων
ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,
οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·
πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.
ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,
θανὼν ἔτʼ οὖσαν κατήναρές με.
σέβειν μὲν εὐσέβειά τις,
κράτος δʼ ὅτῳ κράτος μέλει
παραβατὸν οὐδαμᾷ πέλει·
σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.
ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι
τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε
λαμπάδος ἱερὸν ὄμμα
θέμις ὁρᾶν ταλαίνᾳ.
τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον
οὐδεὶς φίλων στενάζει.