Ancient Greek · ~7 min
Episode 5, lines 5.741-5.787
Sophocles, Ἠλέκτρα 5.741-787
Not analysed yet
καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
ἔπειτα λύων ἡνίαν ἀριστερὰν
κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν
παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας
κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται
τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ
πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,
φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ
σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,
μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.
καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.
τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ
ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,
μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.
φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,
ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,
εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς
πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,
εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια
προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς
ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι
φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;
ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας
ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν
χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.
νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου
πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη
ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ
ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που
τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.