Ancient Greek · ~7 min
Episode 7, lines 7.871-7.914
Sophocles, Ἠλέκτρα 7.871-914
Not analysed yet
ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ
κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς
σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει
λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον
τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι
βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ
μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,
τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ
πυρᾶς νεώρη βόστρυχον τετμημένον·
κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι
ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·
καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.
καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι
μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;
κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,
οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς
ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.
ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ
τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·