Ancient Greek · ~7 min
Episode 9, lines 9.1186-9.1226a
Sophocles, Ἠλέκτρα 9.1186-1226a
Not analysed yet
ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;
ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος
τοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;
τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.
τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;
οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.
μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ.
μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.
οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα.
ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε.
πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.
μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα.
οὔ φημʼ ἐάσειν.
ὦ τάλαινʼ ἐγὼ σέθεν,
Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.
πῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω;
οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν.
εἴπερ γʼ Ὀρέστου σῶμα βαστάζω τόδε;
ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον.
ποῦ δʼ ἔστʼ ἐκείνου τοῦ ταλαιπώρου τάφος;
οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
πῶς εἶπας, ὦ παῖ;
ψεῦδος οὐδὲν ὧν λέγω.
ἦ ζῇ γὰρ ἁνήρ;
εἴπερ ἔμψυχός γʼ ἐγώ.
ἦ γὰρ σὺ κεῖνος;
τήνδε προσβλέψασά μου
σφραγῖδα πατρὸς ἔκμαθʼ εἰ σαφῆ λέγω.
ὦ φίλτατον φῶς.
φίλτατον, συμμαρτυρῶ.
ὦ φθέγμʼ, ἀφίκου;
μηκέτʼ ἄλλοθεν πύθῃ,
ἔχω σε χερσίν;
ὡς τὰ λοίπʼ ἔχοις ἀεί.