Ancient Greek · ~7 min
Episode 7, lines 7.720-7.764
Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ 7.720-764
Not analysed yet
ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον,
νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
τί δʼ ἔστιν, ὦ παῖ, καινόν;
ἆσσον ἔρχεται
Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.
ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.
θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,
τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,
ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας
φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,
ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.
ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ
γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι
σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.
ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην
πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,
οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ
πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει
τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.
ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ
ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς
καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ,
ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν
κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,
ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,
ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς
βιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλας
οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν
ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,
ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα
πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων
ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.
ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,
ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;
ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν
πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ
κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν
τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως
εἰπών· ἐπαξία γάρ· ἡ δʼ οἴκοι πλέον
δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.
ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων
λόγου δικαίου μηχάνημα ποικίλον,
τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις
ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;