Ancient Greek · ~5 min
Choral 8
Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ 8
Not analysed yet
εἴην ὅθι δαΐων
ἀνδρῶν τάχʼ ἐπιστροφαὶ
τὸν χαλκοβόαν Ἄρη
μείξουσιν, ἢ πρὸς Πυθίαις
ἢ λαμπάσιν ἀκταῖς,
οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη
θνατοῖσιν, ὧν καὶ χρυσέα
κλῂς ἐπὶ γλώσσᾳ βέβακε
προσπόλων Εὐμολπιδᾶν·
ἔνθʼ οἶμαι τὸν ἐγρεμάχαν
Θησέα καὶ τὰς διστόλους
ἀδμῆτας ἀδελφὰς
αὐτάρκει τάχʼ ἐμμίξειν βοᾷ
τούσδʼ ἀνὰ χώρους·
ἤ που τὸν ἐφεσπέρου
πέτρας νιφάδος πελῶσʼ
Οἰάτιδος εἰς νόμον,
πώλοισιν ἢ ῥιμφαρμάτοις
φεύγοντες ἁμίλλαις.
ἁλώσεται· δεινὸς ὁ προσχώρων Ἄρης,
δεινὰ δὲ Θησειδᾶν ἀκμά.
πᾶς γὰρ ἀστράπτει χαλινός,
πᾶσα δʼ ὁρμᾶται καθεῖσʼ
ἀμπυκτήρια στομίων
ἄμβασις, οἳ τὰν ἱππίαν
τιμῶσιν Ἀθάναν
καὶ τὸν πόντιον γαιάοχον
Ῥέας φίλον υἱόν.
ἔρδουσʼ ἢ μέλλουσιν; ὡς
προμνᾶταί τί μοι
γνώμα τάχʼ ἀντάσειν
τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη.
τελεῖ τελεῖ Ζεύς τι κατʼ ἆμαρ
μάντις εἴμʼ ἐσθλῶν ἀγώνων.
εἴθʼ ἀελλαία ταχύρρωστος πελειὰς
αἰθερίας νεφέλας κύρσαιμʼ ἄνωθʼ ἀγώνων
αἰωρήσασα τοὐμὸν ὄμμα.
ἰὼ θεῶν πάνταρχε, παντ-
όπτα Ζεῦ, πόροις
γᾶς τᾶσδε δαμούχοις
σθένει ʼπινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον,
σεμνά τε παῖς Παλλὰς Ἀθάνα.
καὶ τὸν ἀγρευτὰν Ἀπόλλω
καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν
ὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰς
μολεῖν γᾷ τᾷδε καὶ πολίταις.
ὦ ξεῖνʼ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς
ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ
τάσδʼ ἆσσον αὖθις ὧδε προσπολουμένας.