Ancient Greek · ~1 min
Episode 9, lines 9.1080-9.1085
Sophocles, Οἰδίπους Τύραννος 9.1080-1085
Not analysed yet
ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι
ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος.