Ancient Greek · ~7 min
Episode 1, lines 1.1-1.45
Sophocles, Τραχίνιαι 1.1-45
Not analysed yet
λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς,
ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
ναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνον
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος
δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει
βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος
κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.
τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένη
δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·
ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης
ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων
οὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦν
θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·
ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,
εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν
ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει
καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
αἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.
νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.
ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι
ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου
βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.
σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν·
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκα
μῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει.