Ancient Greek · ~7 min
Episode 10
Sophocles, Τραχίνιαι 10.2
Not analysed yet
ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησία
ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.
καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.
ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη
καὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια
στορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί,
κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτι
γένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτου
ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·
ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,
ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,
αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένη
καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.
ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶ
τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένη
φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις
τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνω
καθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις,
καὶ δακρύων ῥήξασα θερμὰ νάματα
ἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά,
τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτε
δέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν.
τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος
προύκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισεν
πλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.
κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον,
τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα,
ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ
πλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.
ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας
τοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,
ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκα
ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.
κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτων
ἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος,
οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν
πλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων,
ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,
κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα,
πατρός τʼ ἐκείνης τʼ, ὠρφανισμένος βίον.
τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύο
ἢ καί τι πλείους ἡμέρας λογίζεται,
μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον,
πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.