Ancient Greek · ~2 min
Choral 11
Sophocles, Τραχίνιαι 11
Not analysed yet
πότερα πρότερον ἐπιστένω,
πότερα μέλεα περαιτέρω,
δύσκριτʼ ἔμοιγε δυστάνῳ.
τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,
τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν·
κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν.
εἴθʼ ἀνεμόεσσά τις
γένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα,
ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπως
τὸν Δῖον ἄλκιμον γόνον
μὴ ταρβαλέα θάνοιμι
μοῦνον εἰσιδοῦσʼ ἄφαρ·
ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις
χωρεῖν πρὸ δόμων λέγουσιν
ἄσπετόν τι θαῦμα.
ἀγχοῦ δʼ ἄρα κοὐ μακρὰν
προύκλαιον, ὀξύφωνος ὡς ἀηδών.
ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.
πᾷ δʼ αὖ φορεῖ νιν; ὡς φίλου
προκηδομένα βαρεῖαν
ἄψοφον φέρει βάσιν.
αἰαῖ, ὅδʼ ἀναύδατος φέρεται.
τί χρὴ θανόντα νιν ἢ καθʼ
ὕπνον ὄντα κρῖναι;