Ancient Greek · ~8 min
Episode 14, lines 14.1044-14.1100
Sophocles, Τραχίνιαι 14.1044-1100
Not analysed yet
κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι,
ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.
ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ
καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·
κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸς
προύθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,
οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρη
καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων
ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.
πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας
βέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίας
ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου
πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας
τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴς
στρατὸς Γιγάντων οὔτε θήρειος βία,
οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼ
γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·
γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,
μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,
καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.
δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν
ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα
εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν
λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
ἴθʼ, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ με
πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
βέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτε
τόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα,
ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.
καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο
πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.
ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.
αἰαῖ, ἆ τάλας,
ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,
διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν
ἔοικεν ἡ τάλαινα διάβορος νόσος.
ὦναξ Ἀίδη, δέξαι μʼ,
ὦ Διὸς ἀκτίς, παῖσον,
ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,
ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,
ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες,
ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτε
Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα
λέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,
βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν,
διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸν
θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,
Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸς
Ἅιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας,
δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων
δράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις.