Ancient Greek · ~5 min
Choral 13
Sophocles, Τραχίνιαι 13
Not analysed yet
ἒ ἔ,
ἐᾶτέ μʼ, ἐᾶτέ με δύσμορον ὕστατον,
ἐᾶθʼ ὕστατον εὐνᾶσθαι.
πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;
ἀπολεῖς μʼ, ἀπολεῖς.
ἀνατέτροφας ὅ τι καὶ μύσῃ.
ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. πόθεν ἔστʼ, ὦ
πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων
ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
ἒ ἔ,
οὐδʼ ἀπαράξαι κρᾶτα βίᾳ θέλει
μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.
ὦ παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει
ἢ κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα
ἐς πλέον ἢ διʼ ἐμοῦ σῴζειν.
ψαύω μὲν ἔγωγε,
λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθεν
ἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.
ὦ παῖ, ποῦ ποτʼ εἶ; τᾷδέ με τᾷδέ με
πρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον.
θρῴσκει δʼ αὖ, θρῴσκει δειλαία
διολοῦσʼ ἡμᾶς
ἀποτίβατος ἀγρία νόσος.
ὦ Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. ἰὼ παῖ,
τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,
παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, ᾧ μʼ ἐχόλωσεν
σὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαν
αὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας,
ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼ
ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.