Ancient Greek · ~7 min
Episode 14, lines 14.1145-14.1189
Sophocles, Τραχίνιαι 14.1145-1189
Not analysed yet
οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν.
ἴθʼ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι·
κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς
μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ
φήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ.
ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳ
Τίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν.
παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει,
τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·
ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,
πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.
σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵνα
φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,
τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο,
ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
πρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών.
φανῶ δʼ ἐγὼ τούτοισι συμβαίνοντʼ ἴσα
μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,
ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ
Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην
πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ
λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς.
τὸ δʼ ἦν ἄρʼ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.
τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.
ταῦτʼ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
δεῖ σʼ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον
καὶ μὴ ʼπιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,
ἀλλʼ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον
κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.
ἀλλʼ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν
τοιάνδʼ ἐπελθών, πείσομαι δʼ ἅ σοι δοκεῖ.
ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·
ὡς πρὸς τί πίστιν τήνδʼ ἄγαν ἐπιστρέφεις;
οὐ θᾶσσον οἴσεις μηδʼ ἀπιστήσεις ἐμοί;
ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.
ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα,
ἦ μὴν τί δράσειν; καὶ τόδʼ ἐξειρήσεται;
ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.
ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον.
εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.