Ancient Greek · ~7 min
Choral 4, lines 4.205-4.261
Sophocles, Τραχίνιαι 4.205-261
Not analysed yet
ἀνολολυξάτω δόμοις ἐφεστίοις
ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ
κοινὸς ἀρσένων ἴτω
κλαγγὰ τὸν εὐφαρέτραν
Ἀπόλλω προστάταν· ὁμοῦ δὲ
παιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν
ἐλαφαβόλον ἀμφίπυρον,
γείτονάς τε Νύμφας.
ἀείρομαι οὐδʼ ἀπώσομαι
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
ἰδού μʼ ἀναταράσσει,
εὐοῖ μʼ,
ὁ κισσὸς ἄρτι βακχίαν
ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν.
ἴδʼ, ὦ φίλα γύναι,
τάδʼ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστʼ ἐναργῆ.
ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος
φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·
χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,
γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς
πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι
δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.
ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε
καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται
βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.
εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;
εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος,
ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον,
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,
ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον
μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·