Ancient Greek · ~10 min
Episode 3
Sophocles, Τραχίνιαι 3
Not analysed yet
πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει
πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,
μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.
τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ
οὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ
κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,
ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.
τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·
ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.
ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ
ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
ξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,
ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι
χρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις
μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
χώρας ἀπείη κἀνιαύσιον βεβώς,
τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ
ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,
ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.
καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·
ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ
φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
πάντων ἀρίστου φωτὸς ἐστερημένην.
εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆ
στείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.
δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων
ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
καὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.
καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ
Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύων
ἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.
κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
κρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.
οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.
ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις,
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγης
αἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.