Ancient Greek · ~7 min
Choral 4, lines 4.308-4.348
Sophocles, Τραχίνιαι 4.308-348
Not analysed yet
ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;
τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;
ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσως
γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.
οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.
οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,
ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
διήνεμον λέλοιπεν· ἡ δέ τοι τύχη
κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.
ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς
τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·
ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα
χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως
μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,
ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·
τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.
τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;
σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν
καλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;
σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.
καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸς
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.