Ancient Greek
Choral 4, lines 4.349-4.393
Sophocles, Τραχίνιαι 4.349-393
Not analysed yet
τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι
τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,
οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων
λατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος·
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον
τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ
τὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων,
κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.
οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;
τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
λαθραῖον; ὦ δύστηνος· ἆρʼ ἀνώνυμος
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,
πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ
Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲ
λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.
τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;
μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,
ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.
τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;