Ancient Greek · ~2 min
Choral 4, lines 4.484-4.496
Sophocles, Τραχίνιαι 4.484-496
Not analysed yet
ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,
κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·
ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν
τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.
ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,
θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγης
χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,
ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε
χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.