Ancient Greek · ~7 min
Choral 4, lines 4.438-4.483
Sophocles, Τραχίνιαι 4.438-483
Not analysed yet
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ
οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι
χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται
πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·
οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;
ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ
ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ
τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.
οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν
ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.
εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ
ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·
πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.
κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·
τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;
κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν
ἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰ
κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ
ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι
τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,
καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν
ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν
πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.
πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ
γυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.
ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνω
θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.
ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ
διῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθορος
καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ,
ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.