Ancient Greek · ~3 min
Choral 7
Sophocles, Τραχίνιαι 7
Not analysed yet
ὦ ναύλοχα καὶ πετραῖα
θερμὰ λουτρὰ καὶ πάγους
Οἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν
χρυσαλακάτου τʼ ἀκτὰν κόρας,
ἔνθʼ Ἑλλάνων ἀγοραὶ
Πυλάτιδες κλέονται·
ὁ καλλιβόας τάχʼ ὑμῖν
αὐλὸς οὐκ ἀναρσίαν
ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.
ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος
σοῦται πάσας ἀρετᾶς
λάφυρʼ ἔχων ἐπʼ οἴκους·
ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,
δυοκαιδεκάμηνον ἀμμένουσαι
χρόνον, πελάγιον, ἴδριες οὐδέν·
ἁ δέ οἱ φίλα δάμαρ
τάλαιναν δυστάλαινα καρδίαν
πάγκλαυτος αἰὲν ὤλλυτο·
νῦν δʼ Ἄρης οἰστρηθεὶς
ἐξέλυσʼ ἐπίπονον ἁμέραν.
ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίη
πολύκωπον ὄχημα ναὸς αὐτῷ,
πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,
νασιῶτιν ἑστίαν
ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·
ὅθεν μόλοι πανίμερος,
τᾶς πειθοῦς παγχρίστῳ
συγκραθεὶς ἐπὶ προφάσει φάρους.