Ancient Greek · ~4 min
Choral 9
Sophocles, Τραχίνιαι 9
Not analysed yet
ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ
τοὔπος τὸ θεοπρόπον ἡμῖν
τᾶς παλαιφάτου προνοίας,
ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι
δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων
τῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶς
ἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσων
ἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;
εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ
χρίει δολοποιὸς ἀνάγκα
πλευρά, προστακέντος ἰοῦ,
ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων,
πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,
δεινοτάτῳ μὲν ὕδρας προστετακὼς
φάσματι; μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζει
Νέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα.
ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα
δόμοισι βλάβαν νέων
ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ
δʼ ἀπʼ ἀλλόθρου
γνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖς
ἦ που ὀλοὰ στένει,
ἦ που ἀδινῶν χλωρὰν
τέγγει δακρύων ἄχναν.
ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίαν
καὶ μεγάλαν ἄταν.
ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι,
οἷον ἀναρσίων
οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.
ἰὼ κελαινὰ λόγχα προμάχου δορός,
ἃ τότε θοὰν νύμφαν
ἄγαγες ἀπʼ αἰπεινᾶς
τάνδʼ Οἰχαλίας αἰχμᾷ·
ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ
τῶνδʼ ἐφάνη πράκτωρ.