Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1149-1.1208
Sophocles, Αἴας μαστιγοφόρος 1.1149-1208
Not analysed yet
θάκει δὲ προςτρόπαιος ὲν χεροῖν ἔχων
κόμας ἐμὰς καὶ τἧςὅε καὶ σαυτοῦ τρίτου,
ἱκτήριον θησαυρόν· εἰ δέ τις στρατοῦ
βίᾳ σ’ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ.
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονὸς
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
αὕτως ὅπωςπερ τόνδ’ ἐγὼ τέμνω πλόκον.
ἔχ’ αὐτὸν, ὦ παῖ, καὶ φίλασσε, μηδέ σε
κινησάτω τις, ἀλλὰ προςπεσὼν ἔχου.
ὑμεῖς τε μὴ γυναῖκες ἀντ’ ἀνδρῶν πέλας
παρἐστατ’, ἀλλ’ ἀρήγετ’, ἔς τ’ ἐγὼ μόλω
τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ.
Τις ἄρα νέατος; ἐς πότε λήξει
πολυπλάγκτων ἐτέων ἀριθμὸς,
τὰν ἄπαυστον αἰὲν ἐμοὶ
δορυσσόντων μόχθων
ἄταν ἐπάγων
ἀνὰ τὰν εὐρώδη Τροίαν.
δύστανον ὄνειδος
ὄφελε πρότερον αἰθέρα δῦναι
μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
κεῖνος ἀνὴρ, ὃς στυγερῶν
ἔδειξ’ ὅπλων Ἕλλα-
σιν κοινὸν Ἄρη.
ὦ πόνοι πρόγονοι πόνων.
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
ἐκεῖνος οὐ στεφάνων,
οὔτε βαθειᾶν κυλίκων
νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
οὔτε γλυκὺν αὐλῶν ὄτοβον,
δύςμορος, οὔτ’ ἐννυχίαν
τέρψιν ἰαύειν· ἐρώτων δ’
ἐρώτων ἀπέπαυσεν, ὤ μοι.
κεῖμαι δ’ ἀμέριμνος οὕτως,
ἀεὶ πυκιναῖς δρόσοις
τεγγόμενος κόμας,
λυγρᾶς μνήματα Τροίας.
Καὶ πρὶν μὲν ἐννυχίου
δείματος ἦν μοι προβολὰ
καὶ βελέων θούριος Αἴας·
νῦν δ’ οὗτος ἀνεῖται στυγερῷ
δαίμονι· τίς μοι, τίς ἔτ’ οὖν
τέρψις ὲπέσται,- γενοίμαν,
ἵν’ ὑλᾶεν ἔπεστι πόντου
πρόβλημ’ ἁλίκλυστον, ἄκραν
ὑπὸ πλάκα Σουνίου,
τὰς ἱερὰς ὅπως
προςείποιμ’ ἂν Ἀθανᾶς.
Καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
Ἀγαμέμνον’ ἡμῖν δεῦρο τόνδ’ ὁρμώμενον·
δῆλος δὲ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
Σὲ δὴ τὰ δεινὰ ῥήματ’ ἀγγέλλουσι μοι
τλῆναι καθ’ ἡμῶν ὧδ’ ἀνοιμωκτεὶ χανεῖν;
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω.
ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
ὑψήλ’ ἐκόμπεις, κἀπ’ ἄκρων ὡδοιπόρεις,
ὅτ’ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ.
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω,
ἀλλ’ αὐτὸς ἄρχων, ὡς σὺ φῂς, Αἴας ἔπλει.