Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1102-1.1148
Sophocles, Αἴας μαστιγοφόρος 1.1102-1148
Not analysed yet
Δίκαια γὰρ τόνδ’ εὐτυχεῖν, κτείναντά με;
Κτείναντα; δεινόν γ’ εἶπας, εἰ καὶ ζῆς θανών.
Θεὸς γὰρ ἐκσώζει με, τῷδε δ’ οἴχομαι.
μὴ νυν ἀτίμα θεοὺς, θεοῖς σεσωσμένος.
ἑγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
Τούς γ’ αὐτὸς αὑτοῦ πολεμίους· οὐ γὰρ καλόν.
ᾖ σοὶ γὰρ Αἴας πολέμιος προὔστη ποτέ;
Μισοῦντ’ ἐμίσει· καὶ σὺ τοῦτ’ ἠπίστασο.
Κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς εὑρέθης. UBS
ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοὶ, τόδ’ ἐσφάλη.
Πόλλ’ ἂν κακῶς λάθρα σὺ κλέψειας κακά.
Τοῦτ’ εἰς ἀνίαν τοὖπος ἔρχεται τινί.
Οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
ἕv σοι φράσω· τόνδ’ ἐστὶν οὐχὶ θαπτέον.
Σὺ δ’ ἀντακούσει τοῦτον, ὡς τεθάψεται.
Ἤδη ποτ’ εἶδον ἄνδρ ἐγὼ γλώσσῃ θρασὺν,
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
ᾦ φθέγμ’ ἂν οὐκ ἂν εὗρες, ὴνίκ’ ἐκ κακῷ
χειμῶνος εἴχετ’, ἀλλ’ ὑφ’ εἵματος κρυφεὶς,
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα,
σμικροῦ νέφους τάχ’ ἄν τις ἐκπνεύοας μέγας
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
ἐγὼ δέ γ’ ἄνδρ’ ὄπωπα μωρίας πλέων,
ὅς ὲν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
κἆτ’ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ,
ὀργήν θ’ ὁμοῖος, εἶπε τοιοῦτον λόγον·
Ἄνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
εἰ γὰρ ποιήσεις, ἴσθι πημανούμενος.
τοιαῦτ’ ἄνολβον ἄνδρ’ ἐνουθέτει παρών.
ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
οὐδείς ποτ’ ἄλλος ἢ σύ· μῶν ᾐνιξάμην;
Ἄπειμι· καὶ γὰρ αἰσχρὸν, εἰ πύθοιτό τις,
λόγοις κολάζειν, ᾧ βιάζεσθαι πάρα.
Ἄφερπέ νυν · κἀμοὶ γὰρ αἴσχιστον κλύειν
ἀνδρὸς ματαίου, φλαῦρ’ ἔπη μυθουμένου.
ἔσται μεγάλης ἔριδός τις ἀγών.
ἀλλ’, ὡς δύνασαι, Τεῦκρε, ταχύνας
σπεῦσον κοίλην κάπετόν τιν’ ἰδεῖν
τῷδ’, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
τάφον εὐρώεντα καθέξει.
Καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίον
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνὴ,
τάφον περιστελοῦντε δυστήνου νεκροῦ,
ὦ παῖ, πρόςελθε δεῦρο καὶ σταθεὶς Πέλας
ἱκέτης ἔφαψαι πατρὸς ὅς σ’ ἐγείνατο.