Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1254-1.1297
Sophocles, Αἴας μαστιγοφόρος 1.1254-1297
Not analysed yet
τίς ταῦτ’ ἀπεῖρξεν; οὐχ ὅδ’ ἢν ὁ δρῶν τάδε,
ὃν οὐδαμοῦ φὴς οὐδὲ συμβῆναι ποδί;
ἆρ’ ὑμὶν οὗτος ταῦτ’ ἔδρασεν ἔνδικα;
χὤτ’ αὖθις αὐτός Ἕκτορος μόνος μόνου,
λαχών τε κἀκέλευστος, ἦλθ’ ἐναντίος,
οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθεὶς
ὑγράς ἀρούρας βῶλον, ἀλλ’ ὅς εὐλόφου
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
ὅδ’ ἦν ὁ πράσσων ταῦτα, σὺν δ’ ἐγὼ παρὼν
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
δύστηνε, ποῖ βλέπων ποτ’ αὐτὰ καὶ θροεῖς;
οὐκ οἶσθα, σοῦ πατρὸς μὲν ὅς προὔφυ πατὴρ,
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
Ἀτρέα δ’, ὅς αὖ σ’ ἔσπειρε, δυςσεβἐστατον,
προθἐντ’ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ’ ᾗ
λαβὼν ἐπακτὸν ἄνδρ’ ὁ φιτύσας πατὴρ
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
τοιοῦτος ὢν τοιῷδ’ ὀνειδίζεις σποράν;
ὅς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγὼς,
ὅστις στρατοῦ τὰ πρὥτ’ ἀριστεύσας ἐμὴν
ἴσχει ξύνευνον μητέρ’, ἣ φύσει μὲν ἦν
βασίλεια, Λαομέδοντος; ἔκκριτον δέ νιν
δώρημ’ ἐκείνῳ ’δῶκεν Ἀλκμήνης γόνος.
ἆρ’ ὧδ’ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος;
οὓς νῦν σὺ τοιοῖςδ’ ὲν πόνοισι κειμένους
ὠθεῖς ἀθάπτους, οὐδ’ ἐπαισχύνει λέγων;
εὖ νῦν τόδ’ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
βαλεῖτε χἠμᾶς, τρεῖς ὁμοῦ ξυγκειμἐνους.
ἐπεὶ καλόν μοι τοῦδ’ ὑπερπονουμένῳ
θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
γυναικὸς, ἢ τοῦ σοῦ θ’ ὁμαίμονος λέγω,
πρὸς ταῦθ’, ὅρα μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σόν.
ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
καὶ δειλὸς εἶναι μᾶλλον, ἡ ’ν ἐμοὶ θρασύς.
Ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθ’ ἐληλυθὼς,
εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
Τί δ’ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
βοὴν Ἀτρειδῶν τῷδ’ ἐπ’ ἀλκίμῳ νεκρῷ.
Οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
ἄναξ Ὀδυσσεῦ, τοῦδ’ ὑπ’ ἀνδρὸς ἀρτίως;
Ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
κλύοντι φλαῦρα, συμβαλεῖν ἔπη κακά.