Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1298-1.1339
Sophocles, Αἴας μαστιγοφόρος 1.1298-1339
Not analysed yet
ἤκουσεν αἰσχρὰ, δρῶν γὰρ ἦν τοιαῦτά με.
Τί γάρ σ’ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
Οὔ φησ’ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
ἐξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ,
σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
εἴπ’· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
φίλον σ’ ἐγὼ μέγιστον Ἀργείων νέμω.
Ἄκουέ νυν· τὸν ἄνδρα τόνδε, πρὸς θεῶν,
μὴ τλῇς ἄθαπτον ὧδ’ ἀναλγήτως βαλεῖν·
μηδ’ ἡ βία σε μηδαμῶς νικησάτω
τοσόνδε μισεῖν, ὥστε τὴν δίκην πατεῖν.
κἀμοὶ γὰρ ἦν ποθ’ οὗτος ἔχθιστος στρατοῦ,
ἐξ οὗ ’κράτησα τῶν Ἀχιλλείων ὅπλων.
ἀλλ’ αὐτὸν ἔμπας ὄντ’ ἐγὼ τοιόνδ’ ἐμοὶ,
οὔκουν ἀτιμάσαιμ’ ἂν, ὥστε μὴ λέγειν
ἕν’ ἄνδρ’ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
ὥστ’ οὐκ ἂν ὲνδίκως γ’ ἀτιμάζοιτό σοι.
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
φθείροις ἄν· ἄνδρα δ’ οὐ δίκαιον, εἰ θάνοι,
βλάπτειν τὸν ἐσθλὸν, οὐδ’ ἐὰν μισῶν κυρῇς.
Σὺ ταῦτ’, Ὀδυσσεῦ, τοῦδ’ ὑπερμαχεῖς ἐμοί;
ἔγωγ’· ἐμίσουν δ’, ὴνίκ’ ἦν μισεῖν καλόν.
Οὐ γὰρ θανόντι καὶ προςεμβἡναί σε χρή;
μὴ χαῖρ’, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
Ἀλλ’ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ὲν τέλει.
Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
Μέμνησ’ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Ὁδ’ ἐχθρὸς ‘ἀνὴρ, ἀλλὰ γενναῖος ποτ’ ἦν.
τί ποτε ποιήσεις; ἐχθρὸν ὧδ’ αἰδῇ νέκυν;
Νίκᾳ γὰρ ἡ ’ρετή με τῆς ἔχθρας πολύ.
Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτοῖς,
ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
Τοιούςδ’ ἐπαινεῖς δῆτα σὺ κτάσθαι φίλους;
Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
Ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
Ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾷν.
ἔγωγε· καὶ γὰρ αὐτὸς ὲνθάδ’ ἵζομαι.