Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1340-1.1391
Sophocles, Αἴας μαστιγοφόρος 1.1340-1391
Not analysed yet
ἦ πάνθ’ ὁμοῖα πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ’μαυτῷ πονεῖν;
Σὸν ἆρα τοὖργον, οὐκ ἐμὸν κεκλήσεται.
Ὡς ἂν ποιήσῃς, πανταχῆ χρηστός γ’ ἔσει.
Ἀλλ’ εὖ γε μέντοι τοῦτ’ ἐπίστασ’, ὡς ἐγὼ
σοὶ μὲν νἐμοιμ’ ἂν τἧςδε καὶ μείζω χάριν.
οὗτος δὲ κἀκεῖ κἀνθάδ’ ὢν ἔμοιγ’ ὁμῶς
ἔχθιστος ἔσται· σοὶ δὲ δρᾷν ἔξεσθ’ ἃ χρή.
ὅστις σ’, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ’ ἀνήρ.
Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ’ ἀγγέλλομαι,
ὅσον τότ’ ἐχθρὸς ἦν, τοσόνδ’ εἶναι φίλος.
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω,
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν, ὅσον
χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
Ἄριστ’ Ὀδυσσεῦ, πάντ’ ἔχω σ’ ἐπαινέσαι
λόγοισι· καί μ’ ἔψευσας ἐλπίδος πολύ.
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ,
μόνος παρέστης χερσὶν, οὐδ’ ἔτλης παρὼν
θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν,
αὐτός τε χὠ ξύναιμος, ἠθελησάτην
λωβητὸν αὐτὸν ὲκβαλεῖν, ταφῆς ἄτερ.
τοιγὰρ σφ’ Ὀλύμπου τοῦδ’ ὁ πρεςβεύων πατὴρ,
μνήμων τ’ Ἐριννὺς καὶ τελεςφόρος Δίκη
κακοὺς κακῶς φθείρειαν, ὥςπερ ἤθελον
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
σὲ δ’, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρὸς,
τάφου μὲν ὀκνῶ τοῦδ’ ὲπιψαυfειν ἐᾷν,
μὴ τῷ θανόντι τοῦτο δυςχερὲς ποιῶ.
τὰ δ’ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ · σὺ δὲ
ἀνὴρ καθ’ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
Ἀλλ’ ἤθελον μέν’ εἰ δὲ μή ’στί σοι φίλον
πράσσειν τάδ’ ἡμᾶς, εἰμ’ ἐπαινἐσας τὸ σόν.
Ἅλις · ἤδη γὰρ πολὺς ἐκτέταται
χρόνος· ἀλλ’ οἱ μὲν κοίλην κάπετον
χερσὶ ταχύνετε, τοὶ δ’ ὑψίβατον
τρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσέων
θέσθ’ ἐπίκαιρον· μία δ’ ἐκ κλισίας
ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον
κόσμον φερέτω.
Παῖ, σὺ δὲ πατρός γ’, ὅσον ἰσχύεις,
φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
τάςδ’ ἐπικούφιζ’· ἔτι γὰρ θερμαὶ
σύριγγες ἄνω φυσῶσι μέλαν
μένος· ἀλλ’ ἄγε πᾶς φίλος ὅστις ἀνὴρ
φησὶ παρεῖναι, σούσθω, βάτω,
τῷδ’ ἀνδρὶ πονῶν τῷ πάντ’ ἀγαθῷ
κοὐδενί πώ ποτε λῴονι θνητῶν
Αἴαντος, ὅτ’ ἦν, τότε φωνῶ.