Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.141-1.200
Sophocles, Αἴας μαστιγοφόρος 1.141-200
Not analysed yet
Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
ιιεγάλοι θόρυβοι κατέχουσ’ ἡμᾶς
ἔπι δυςκλείᾳ, σὲ τὸν ἱππομανῆ
λειμῶν’ ὲπιβάντ’ ὀλέσαι Δαναῶν
βοτὰ καὶ λείαν,
ἥπερ δορίληπτος ἔτ’ ἦν λοιπὴ,
κτείνοντ’ αἴθωνι σιδήρῳ.
Τοιούςδε λόγους ψιθύρους πράσσων
εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεὺς,
καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
εὔπειστα λέγει· καὶ πᾶς ὁ κλύων
τοῦ λἐξαντος χαίρει μᾶλλον,
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
οὐκ ἂν ἁμάρτοι· κατὰ δ’ ἄν τις ἐμοῦ
τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει.
καίτοι σμικροὶ μεγάλων χωρὶς
σφαλερὸν πύργου ῥῦμα πέλονται·
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ’ ἂν,
καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων.
ἀλλ’ οὐ δυνατὸν τοὺς ἀνοήτους
τούτων γνώμας προδιδάσκειν.
ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ,
χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ’
ἀπαλέξασθαι σοῦ χωρὶς, ἄναξ.
ἀλλ’, ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ ἀπέδρav,
παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι,
μέγαν αἰγυπιὸν δ’ ὑποδείσαντες
τάχ’ ἂν, ἐξαίφνης εἰ σὺ φανείης,
σιγῇ πτήξειαν ἄφωνοι.
ᾖ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις,
ὦ μεγάλα φάτις, ὦ
μᾶτερ αἰσχύνας ἐμᾶς,
ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
ἤ ῥα κλυτῶν ἐνάρων
ψευσθεῖσ’, ἀδώροις εἴτ’ ὲλαφηβολἐαις.
ἢ χαλκοθώραξ ἥντιν’ Ἐννυάλιος
μομφὰν ἔχων
ξυνοῦ δορὸς, ἐννυχίοις μαχαναῖς
ἐτίσατο λώβαν.
Οὐ, τοτε γὰρ φρενόθεν γ’ ἐπ’ ἀριστερὰ,
παῖ Τελαμῶνος, ἔβας
τόσσον ὲν ποίμναις πίτνων·
ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ’ ἀπερύκοι
καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν ·
εἰ δ’ ὑποβαλλόμενοι
κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
μὴ, μή μ’, ἄναξ,
ἔθ’ ὦδ’ ἐφάλοις κλισίαις ὄμμ’ ἔχων
κακὰν φάτιν ἄρῃ.
Ἀλλ’ ἄνα ἐς ἐδράνων, ὅπου μακραίωνι
στηρίζει ποτὲ τᾷδ’ ἀγωνίῳ σχολᾷ
ἄταν οὐρανίαν φλέγων
ἐχθρῶν δ’ ὕβρις ὧδ’ ἀτάρβηθ’
ὁρμᾶται ὲν εὐανέμοις βάσσαις,
πάντων καγχαζόντων
γλώσσαις βαρυάλγητα·