Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.94-1.140
Sophocles, Αἴας μαστιγοφόρος 1.94-140
Not analysed yet
ΑΗΝΛ. Καλῶς ἔλεξας· ἀλλ’ ἐκεῖνό μοι φράσον,
ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
ὥστ’ οὔποτ’ Αἴαντ’ οἵδ’ ἀτιμάσουσ’ ἔτι.
τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ζυνὴκ’ ἐγώ;
Θανόντες ἤδη τἄμ’ ἀφαιρείσθων ὅπλα.
εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;
ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ’, ὅπου;
Ἔγωγ’· Ὀδυσσέα, τὸν σὸν ἐνστάτην, λέγω.
ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Πρὶν ἂν τί δρόσης ἢ τί κερδάνῃς πλέον;
Πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκείου στέγης —
Τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
Mὴ δῆτα τὸν δύστηνον ὧδέ γ’ αἰκίσῃ.
Χαίρειν, Ἀθάνα, τἄλλ’ ἐγώ σ’ ἐφίεμαι,
κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
Σὺ δ’ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾷν,
χρῶ χειρί· φείδου μηδὲν ὧνπερ ὲννοεῖς.
Χωρῶ πρὸς ἔργον· τοῦτό σοι δ’ ἐφίεμαι,
τοιάνδ’ ἀεί μοι ξύμμαχον παρεστάναι.
Ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν, ὅση;
τούτου τις ἄν σοι τἀνδρὸς ἢ προνούστερος,
ἢ δρᾷν ἀμείνων εὑρέθη τὰ καίρια;
ἐγὼ μὲν οὐδέν’ οἶδ’· ἐποικτείρω δέ νιν
δύστηνον ἔμπας, καίπερ ὄντα δυςμενὴ,
ὁθούνεκ’ ἄτῃ ξυγκατέζευκται κακῇ,
οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.
ὁρῶ γὰρ ἡμάς οὐδὲν ὄντας ἄλλο πλὴν
εἴδωλ’, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν.
Τοιαῦτα τοίνυν εἰσορῶν, ὑπέρκοπον
μηδέν ποτ’ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
μηδ’ ὄγκον ἄρῃς μηδέν’, εἴ τινος πλέον
ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
Τελαμώνιε πaῖ, τῆς ἀμφιρύτου
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
σὲ μὲν εὖ πράσσοντ’ ἐπιχαίρω·
σὲ δ’ ὅταν πληγὴ Δῖός ἢ ζαμενὴς
λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
πτηνῆς ὡς ὄμμα πελείας.