Ancient Greek
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.263-1.305
Sophocles, Αἴας μαστιγοφόρος 1.263-305
Not analysed yet
Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
Ἡμεῖς ἄρ’ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Πῶς τοῦτ’ ἔλεξας; οὐ κάτοιδ’ ὅπως λέγεις.
Ἀνὴρ ἐκεῖνος, ἡνίκ’ ἦν ὲν τῇ νόσῳ,
αὐτὸς μὲν ἥδεθ’ οἷσιν εἰιχετ’ ὲν κακοῖς,
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
νῦν δ’, ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ,
ἡμάς θ’ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
ἆρ’ ἔστι ταῦτα δὶς τόσ’ ἐξ ἁπλῶν κακά;
Ξύμφημι δή σοι καὶ δέδοικα μὴ ’κ θεοῦ
πληγή τις ἥκῃ· πῶς γὰρ, εἰ πεπαυμένος
μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
Ὡς ὧδ’ ἐχόντων τῶνδ’ ἐπίστασθαί σε χρή,
Τις γάρ ποτ’ ἀρχὴ τοῦ κακοῦ προςέπτατο ;
δήλωσον ἡμῖν, τοῖς ξυναλγοῦσιν τύχας.
Ἅπαν μαθήσει τοὖργον, ὡς κοινωνὸς ὤν.
κεῖνος γὰρ ἄκρας νυκτὸς, ἡνίχ’ ἕσπεροι
λαμπτῆρες οὐκἐτ’ ᾖθον, ἄμφηκες λαβὼν
ὲμαίετ’ ἔγχος ἐξόδους ἕρπειν κενάς.
κἀγὼ ’πιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,
Αἴας; τί τήνδ’ ἄκλητος οὔθ’ ὑπ’ ἀγγέλων
κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων
σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. —
ὁ δ’ εἶπε πρός με βαί’, ἀεὶ δ’ ὑμνούμενα,
γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
κἀγὼ μαθοῦσ’ ἔληξ’, ὁ δ’ ἐσσύθη μόνος.
καὶ τὰς ὲκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας.
ἔσω δ’ ὲςῆλθε συνδέτους ἄγων ὁμοῦ
ταύρους, κύνας βοτῆρας, εὔκερών τ’ ἄγραν.
καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ’ ἄνω τρέπων
ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
ᾐκίζεθ’, ὥστε φῶτας, ὲν ποίμναις πίτνων.
τέλος δ’ ὑπάξας διὰ θυρῶν, σκιᾷ τινὶ
λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
τοὺς δ’ ἀμφ’ Ὀδυσσεῖ, ξυντιθεὶς γέλων πολὺν,
ὅσην κατ’ αὐτῶν ὕβριν ἐκτίσαιτ’ ἰών·
κἄπειτ’ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
παίσας κάρα ’θώὐζεν· ὲν δ’ ἐρειπίοις
νεκρῶν ὲρειφθεὶς ἕζετ’ ἀρνείου φόνου,
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.