Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.306-1.356
Sophocles, Αἴας μαστιγοφόρος 1.306-356
Not analysed yet
καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
ἔπειτ’ ἐμοὶ τὰ δείν’ ἐπηπείλησ’ ἔπη,
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
κἀνήρετ’, ὲν τῷ πράγματος κυρεῖ ποτἐ.
κἀγὼ, φίλοι, δείσασα τοὐ ἑιργασμένον
ἔλεξα πᾶν, ὅσονπερ ἐξηπιστάμην,
ὁ δ’ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγρὰς,
ἃς οὔποτ’ αὐτοῦ πρόσθεν εἰςήκουσ’ ἐγώ.
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
τοιούςδ’ ἀεί ποτ’ ἀνδρὸς ὲξηγεῖτ’ ἔχειν.
ἀλλ’ ἀψόφητος ὀξέων κωκυμάτων
ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.
νῦν δ’ ὲν τοιᾷδε κείμενος κακῇ τύχῃ
ἄσιτος ἀνὴρ, ἄποτος, ὲν μέσοις βοτοῖς
σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.
καὶ δῆλός έστιν ὥς τι δρασείων κακόν.
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
Ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην,
ἀρήξατ’ εξελθόντες, εἰ δύνασθέ τι.
φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
Τέκμησσα, δεινὰ, παῖ Τελεύταντος, λέγεις
ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Ἰώ μοί μοι.
Τάχ’, ὡς ἔοικε μᾶλλον. ἢ οὐκ ἠκούσατε
Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν;
Ἰώ μοί μοι.
ἀνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.
Ἰὼ παῖ, παῖ.
Ὤ μοι τάλαιν’, Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
τί ποτε μενοινᾷ; ποῦ ποτ’ εἶ; τάλαιν’ ἐγώ.
Τεῦκρον καλῶ, ποῦ Τεῦκρος; ἦ τὸν εἰςαεὶ
λεηλατήσει χρόνον; ἐγὼ δ’ ἀπόλλυμαι.
ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλ’ ἀνοίγετε.
τάχ’ ἄν τιν’ αἰδῶ κἀπ’ ἐμοὶ βλέψας λάβοι.
Ἴδου, διοίγω· προςβλἐπειν δ’ ἔξεστί σοι
τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
Ἰὼ
φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων
μόνοι τ’ ἐμμένοντες ὀρθῷ νόμῳ,
ἴδεσθέ μ’ οἶον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
ἀμφίδρομον κυκλεῖται.
οἴ μ’, ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
δηλοῖ δὲ τοὖργον, ὡς ἀφροντίστως ἔχει.
ἰὼ
γένος ναίας ἀρωγὸν τέχνας,
ἅλιον ὅς ἐπέβας ἐλίσσων πλάταν,
σέ τοι, σέ τοι μόνον δέδορκα ποιμένων ὲπαρκέσοντ’.
ἀλλά με συνδάϊξον.
εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.