Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.46-1.93
Sophocles, Αἴας μαστιγοφόρος 1.46-93
Not analysed yet
Ποίαισι τόλμαις ταῖςδε καὶ φρενῶν θράσει;
Νύκτωρ ὲφ’ ὑμάς δόλιος ὁρμᾶται μόνος.
Ἡ καὶ παρέστη κἀπὶ τἐρμ’ ἀφίκετο;
Καὶ δὴ ’πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
Ἐγώ σφ’ ἀπείργω δυςφόρους ἐπ’ ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαράς,
καὶ πρός τε ποίμνας ὲκτρέπω σύμμικτά τε
λείας, ἄδαστα βουκόλων φρουρήματα·
ἔνθ’ εkπεσὼν ἔκειρε πολύκερων φόνον,
κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ’ ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ’ ἄλλοτ’ ἄλλον, ἐμπίτνων, στρατηλατῶν.
ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις
ὤτρυνον, εἰςέβαλλον εἰς ἕρκη κακά.
κἀπειτ ,ἐπειδὴ τοῦδ’ ἐλώφησεν πόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
καὶ νῦν κατ’ οἴκους ζυνδέτους αἰκίζεται.
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ’· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
αὐγὰς ἀπείρξω, σὴν πρόςοψιν εἰςιδεῖν.
οὗτος, σὲ, τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα, προςμολεἷν καλῶ.
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος,
Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ’ ἔξω κάλει.
Οὐ σῖγ’ ἀνέξει, μηδὲ δειλίαν ἀρεῖς;
μὴ πρὸς θεῶν· ἀλλ’ ἔνδον ἀρκείτω μένων.
Τί μὴ γένηται; πρόςθεν οὐκ ἀνὴρ ὅδ’ ἦν;
ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾷν;
ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ὲν δόμοις μένειν.
Μεμῃνότ’ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
Ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας.
Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
Γένοιτο μέντ’ ἂν πᾶν, θεοῦ τεχνωμένου.
Σίγα νυν ἑστὼς καὶ μέν’ ὡς κυρεῖς ἔχων.
Μένοιμ’ ἄν· ἤθελον δ’ ἂν ἐκτὸς ὢν τυχεῖν.
ὦ οὗτος, Αἴας, δεύτερόν σε προςκαλῶ.
τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου;
ὦ χαῖρ’, Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
στέψω λαφύροις τἡςδε τῆς ἄγρας χάριν.