Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.603-1.659
Sophocles, Αἴας μαστιγοφόρος 1.603-659
Not analysed yet
Καί μοι δυςθεράπευτος Αἴας
ξύνεστιν ἔφεδρος, ὤ μοί μοι,
θείᾳ μανίᾳ ξύναυλος·
ὅν ἐξεπέμψω πρὶν δὴ ποτὲ θουρίῳ
κρατοῦντ’ ὲν Ἄρει ·
νῦν δ’ αὖ φρενὸς οἰοβώτας
φίλοις μέγα πένθος εὕρηται.
τὰ πρὶν δ’ ἔργα χεροῖν
μεγίστας ἀρετάς,
ἄφιλα παρ’ ἀφίλοις
ἔπεσ’ ἔπεσε μελέοις Ἀτρείδαις.
ἦ που παλαιὰ, μὲν ἔντροφος ἁμέρᾳ
λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
φρενομόρως ἀκούσῃ
αἴλινον, αἴλινον,
οὐδ’ οἰκτράς γόον ὄρνιθος ἀηδοῦς
ἥσει δύςμορος,
ἀλλ’ ὀξυτόνους μὲν ᾠδὰς
θρηνήσει, χερόπληκτοι δ’
ἐν στέρνοισι πεσοῦνται
δοῦποι, καὶ πολιᾶς ἄμυγμα χαίτας.
Κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
πολυπόνων Ἀχαιῶν,
οὐκ ἔτι συντρόφοις
ὀργαῖς ἔμπεδος, ἀλλ’ ἐκτὸς ὁμιλεῖ.
ὦ τλᾶμον πάτερ.
οἵαν σε μένει πυθέσθαι
παιδὸς δύςφορον ἄταν,
ἂν οὔπω τις ἔθρεψεν
αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
Ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος
φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται·
κοὐκ ἔστ’ ἄελπτον οὐδὲν, ἀλλ’ ἁλίσκεται
χὠ δεινὸς ὅρκος καἰ περισκελεῖς φρένες.
κἀγὼ γὰρ, ὃς τὰ δείν’ ἐκαρτέρουν τότε,
βαφῇ σίδηρος ὣς, ἐθηλύνθην στόμα
πρὸς τἡςδε τῆς γυναικός· οἰκτείρω δὲ νιν
χήραν παρ’ ἐχθροῖς, παῖδά τ’ ὀρφανὸν λιπεῖν.
ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμὰ
μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεάς·
μολών τε, χῶρον ἔνθ’ ἂν ἀστιβῆ κίχω,
κρύψω τόδ’ ἔγχος τοὐμὸν, ἔχθιστον βελῶν,
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται.
ἀλλ’ αὐτὸ νὺξ Ἀιδὴς τε σωζόντων κάτω.
ἐγὼ γὰρ ἐξ οὖ χειρὶ τοῦτ’ ἐδεξάμην
παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου,
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
ἀλλ’ ἔστ’ ἀληθὴς ἡ βροτῶν παροιμία,
ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
εἴκειν, μαθησόμεσθα δ’ Ἀτρείδας σέβειν.
ἄρχοντές εἰσιν, ὥςθ’ ὑπεικτέον · τί μή;
καὶ γάρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·