Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.554-1.602
Sophocles, Αἴας μαστιγοφόρος 1.554-602
Not analysed yet
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
οὔτοι σ’ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ’ ἐμοῦ.
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ
λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν
τηλωπὸς οἰχνεῖ, δυςμενῶν θήραν ἔχων.
ἀλλ’ ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεὼς,
ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν,
κείνῳ τ’ ἐμὴν ἀγγείλατ’ ἐντολὴν, ὅπως
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμῶνι δείξει μητρί τ’, Ἐριβοίᾳ λέγω,
ὥς σφιν γένηται γηροβοσκὸς εἰςαεὶ,
ἔς τ’ ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.
καὶ τἀμὰ τεύχη μήτ’ ἀγωνάρχαι τινὲς
θήσουσ Ἀχαιοῖς, μήθ’ ὁ λυμεὼν ἐμός.
ἀλλ’ αὐτό μοι σὺ, παῖ, λαβὼν, ἐπώνυμον,
Εὐρύσακες, ἴσχε, διὰ πολυῤρόφου στρέφων
πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος.
τὰ δ’ ἄλλα τεύχη κοίν’ ἐμοὶ τεθάψεται.
ἀλλ’ ὡς τάχος τὸν παῖδα τόνδ’ ἤδη δέχου,
καὶ δῶμα πάκτου, μηδ ’ἐπισκήνους γόους
δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
πύκαζε θάσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ,
θροεῖν ὲπῳδὰς πρὸς τομῶντι πήματι.
Δέδοικ’ ἀκούων τήνδε τὴν προθυμίαν,
οὐ γάρ μ’ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
ὦ δέσποτ’ Αἴας, τί ποτε δρασείεις φρενί;
ΑΙΑΣ μὴ κρῖνε, μὴ ’ξέταζε, σωφρονεῖν καλόν.
Οἴ μ’, ὡς ἀθυμῶ. καί σε πρὸς τοῦ σοῦ τέκνου
καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Ἄγαν γε λυπεῖς· οὐ κάτοισθ’, ἐγὼ θεοῖς
ὡς οὐδὲν ἀρκεῖν εἴμ’ ὀφειλέτης ἔτι;
εὔφημα φώνει.
τοῖς ἀκούουσιν λέγε.
Σὺ δ’ οὐχὶ πείσει;
πόλλ’ ἄγαν ἤδη θροεῖς.
Ταρβῶ γὰρ, ὦναξ.
οὐ ξυνέρξεθ’ ὡς τάχος;
πρὸς θεῶν μαλάσσου.
μῶρά μοι δοκεῖς φρονεῖν,
εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
ὦ κλεινὰ Σαλαμὶς, σὺ μέν που
ναίεις ἁλίπλαγκτος, εὐδαίμων,
πᾶσιν περίφαντος ἀεί·
ἐγὼ δ’ ὁ τλάμων παλαιὸς ἀφ’ οὗ χρόνος
Ἰδαίᾳ μίμνω
λειμωνίᾳ πόᾳ μήλων,
ἀνήριθμος, αἰὲν εὐνώμᾳ
χρόνῳ τρυχόμενος,
κακὰν ὲλπιδ’ ἔχων,
ἔτι μέ ποτ’ ἀνύσειν
τὸν ἀπότροπον ἀίδηλον Ἅιδαν.