Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.715-1.761
Sophocles, Αἴας μαστιγοφόρος 1.715-761
Not analysed yet
ὥστ’ ἐς τοσοῦτον ἦλθον, ὥστε καὶ χεροῖν
κολεῶν ἐρυστά διεπεραιώθη ξίφη.
λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω
ἀνδρῶν γερόντων ὲν ξυναλλαγῇ λόγου.
ἀλλ ἡμὶν Αἴας ποῦ ’στιν, ὡς φράσω τάδε;
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον,
Οὐγ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἰοῦ, ἰού.
βραδεῖαν ἡμᾶς ἆρ’ ὁ τήνδε τὴν ὁδὸν
πέμπων ἔπεμψεν, ἢ ’φάνην ἐγὼ βραδύς;
Τί δ’ ἐστὶ χρείας τῆςδ’ ὑπεσπανισμένον;
Τὸν ἄνδρ’ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
μὴ ’ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Ἀλλ’ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ταῦτ’ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
εἶπέρ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Ποῖον; τί δ’ εἰδὼς τοῦδε πράγματος πέρι;
Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
ἐκ γὰρ ξυνέδρου καὶ τυραννικοῦ κύκλου
Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα
ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ
εἷρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
Αἴανθ’ ὑπὸ σκηναῖσι, μηδ’ ἀφέντ’ ὲᾷν,
εἰ ζῶντ’ ἐκεῖνον εἰςιδεἷν θέλοι ποτέ.
ἐλᾷ γὰρ αὐτὸν τἧδε θἠμέρᾳ μόνῃ
δίας Ἀθανᾶς μῆνις, ὡς ἔφη λέγων.
τά γὰρ περισσὰ κἀνόνητα σώματα
πίπτειν βαρείαις πρὸς θεῶν δυςπραξίαις
ἔφασχ’ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
βλαστὼν, ἔπειτα μὴ κατ’ ἄνθρωπον φρονεῖ.
κεῖνος δ’ ἀπ’ οἴκων εὐθὺς ἐξορμώμενος
ἄνους καλῶς λέγοντος εὑρέθη πατρός.
ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δορὶ
βούλου κρατεῖν μὲν, ξὺν θεῷ δ’ ἀεὶ κρατεῖν.
ὁ ò’ ὑψικόμπως κἀφρόνως ἠμείψατο,
Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
κράτος κατακτήσαιτ’· ἐγὼ δὲ καὶ δίχα
κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος.
τοσόνδ’ ἐκόμπει μῦθον · εἶτα δεύτερον
δίας Ἀθανᾶς, ἡνἐκ’ ὀτρύνουσά νιν
ηὐδᾶτ’ ὲπ’ ὲχθροῖς χεῖρα φοινίαν τρέπειν,
τότ’ ἀντιφωνεῖ δεινὸν ἀῤῥητόν τ’ ἔπος·
Ἄνασσα, τοῖς ἄλλοισιν Ἀργέων πέλας
ἵστω, καθ’ ἡμᾶς δ’ οὔποτ ἐκρήξει μάχη.